TLG 0246 001 :: DIONYSIUS CHALCUS :: Fragmenta DIONYSIUS CHALCUS Eleg. Fragmenta Source: West, M.L. (ed.), Iambi et elegi Graeci, vol. 2. Oxford: Clarendon Press, 1972: 58–60. frr. 1–6 Citation: Fragment — (line) | ||
3 | κότταβον ἐνθάδε σοι τρίτον ἑστάναι οἱ δυσέρωτες ἡμεῖς προστίθεμεν γυμνασίωι Βρομίου κώρυκον. οἱ δὲ παρόντες ἐνείρετε χεῖρας ἅπαντες ἐς σφαίρας κυλίκων· καὶ πρὶν ἐκεῖνον ἰδεῖν, | |
5 | ὄμματι βηματίσασθε τὸν αἰθέρα τὸν κατὰ κλίνην, εἰς ὅσον αἱ λάταγες χωρίον ἐκτατέαι. | |
---|---|---|
4 | ὕμνους οἰνοχοεῖν ἐπιδέξια σοί τε καὶ ἡμῖν· | |
τόν τε σὸν ἀρχαῖον τηλεδαπόν τε φίλον εἰρεσίηι γλώσσης ἀποπέμψομεν εἰς μέγαν αἶνον τοῦδ’ ἐπὶ συμποσίου· δεξιότης τε λόγου | 58 | |
5 | Φαίακος Μουσῶν ἐρέτας ἐπὶ σέλματα πέμπει. | |
2 | ἀγγελίας ἀγαθῆς δεῦρ’ ἴτε πευσόμενοι, καὶ κυλίκων ἔριδας διαλύσατε, καὶ κατάθεσθε τὴν ξύνεσιν παρ’ ἐμοί, καὶ τάδε μανθάνετε | |
1 | δέχου τήνδε προπινομένην τὴν ἀπ’ ἐμοῦ ποίησιν· ἐγὼ δ’ ἐπιδέξια πέμπω σοὶ πρώτωι, Χαρίτων ἐγκεράσας χάριτας. καὶ σὺ λαβὼν τόδε δῶρον ἀοιδὰς ἀντιπρόπιθι, | |
5 | συμπόσιον κοσμῶν καὶ τὸ σὸν εὖ θέμενος. | |
5 | καί τινες οἶνον ἄγοντες ἐν εἰρεσίαι Διονύσου, συμποσίου ναῦται καὶ κυλίκων ἐρέται, | |
〈 〉 περὶ τοῦδε· τὸ γὰρ φίλον οὐκ ἀπόλωλε. | 59 | |
6 | τί κάλλιον ἀρχομένοισιν ἢ καταπαυομένοις ἢ τὸ ποθεινότατον; | |
ΑΘΗΝΑΙΟΥ ΝΑΥΚΡΑΤΙΤΟΥ ΔΕΙΠΝΟΣΟΦΙΣΤΩΝ ⁝ΙΕ⁝ | 60 |